Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.122 Dem. 23.125 (English) >>Dem. 23.128

23.124φέρʼ, ἐὰν δὲ δὴ καὶ Μενέστρατος ἡμᾶς Ἐρετριεὺς ἀξιοῖ ταὐτὰ καὶ αὑτῷ ψηφίσασθαι, Φάυλλος Φωκεὺς τις ἄλλος δυνάστης (πολλοῖς δὲ δήπου διὰ καιρούς τινας πολλάκις φίλοι γιγνόμεθα), πότερον ψηφιούμεθα πᾶσιν οὔ; ψηφιούμεθα νὴ Δία. καὶ τί φήσομεν, ἄνδρες Ἀθηναῖοι, καλόν, εἰ τῶν Ἑλλήνων ἐπʼ ἐλευθερίᾳ προεστάναι φάσκοντες τοὺς ἰδίᾳ δυνάμεις ἐπὶ τοῖς πλήθεσι κεκτημένους δορυφοροῦντες φανούμεθα; 23.125εἰ γάρ ἐστί τῳ δοτέον τι τοιοῦτον, ὡς ἔγωγʼ οὔ φημι, πρῶτον μὲν τῷ μηδὲν ἠδικηκότι πώποτε, δεύτερον δὲ μηδʼ ἂν ἀδικεῖν βούληται δυνησομένῳ, ἔπειθʼ ὡς ἀληθῶς ὅστις ἅπασιν ἀνθρώποις ἔσται φανερὸς ὑπὲρ τοῦ μή <τι> παθεῖν ταῦθʼ εὑρισκόμενος, καὶ οὐκ ἐπὶ τῷ ποιεῖν μετʼ ἀδείας ἑτέρους κακῶς, τούτῳ δοτέον. ὅτι μὲν τοίνυν Χαρίδημος οὔτε τῶν ἀναμαρτήτων ἐστὶ πρὸς ὑμᾶς οὔτε τῶν ἵνα μή τι πάθῃ ταῦθʼ εὑρισκομένων, ἐάσω· ἀλλʼ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον, ἀκούσατέ μου, καὶ σκοπεῖτε, ἂν ὑμῖν ὀρθῶς ἐξετάζειν δοκῶ.

23.126ἐγὼ νομίζω, ἄνδρες Ἀθηναῖοι, ὅσοι μὲν τῶν ἡμετέρων ἐθῶν καὶ νόμων ἐπιθυμηταὶ γενόμενοι πολῖται γενέσθαι ἐσπούδασαν, ἅμα τʼ αὐτοὺς ἂν τυγχάνειν τούτων καὶ παρʼ ἡμῖν οἰκεῖν καὶ μετέχειν ὧν ἐπεθύμησαν· ὅσους δὲ τούτων μὲν μηδενὸς μήτʼ ἐπιθυμία μήτε ζῆλος εἰσέρχεται, τὴν πλεονεξίαν δʼ ἀγαπῶσιν ἣν διὰ τοῦ δοκεῖν ὑφʼ ὑμῶν τιμᾶσθαι καρποῦνται, τούτους δʼ οἴομαι, μᾶλλον δʼ οἶδα σαφῶς, ὅταν ποτὲ μείζονος πλεονεξίας ἑτέρωθεν ἐλπίδʼ ἴδωσιν, οὐδʼ ὁτιοῦν ὑμῶν φροντίσαντας ἐκείνην θεραπεύσειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.122 Dem. 23.125 (English) >>Dem. 23.128

Powered by PhiloLogic